Ecclesiastes 4

1καὶ ἐπέστρεψα ἐγὼ καὶ εἶδον σὺν πάσας τὰς συκοφαντίας τὰς γινομένας ὑπὸ τὸν ἥλιον· καὶ ἰδοὺ δάκρυον τῶν συκοφαντουμένων, καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν, καὶ ἀπὸ χειρὸς συκοφαντούντων αὐτοὺς ἰσχύς, Καὶ οὐκ ἔστιν αὐτοῖς παρακαλῶν. 2καὶ ἐπῄνεσα ἐγὼ σὺν τοὺς τεθνηκότας τοὺς ἤδη ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, ὅσοι αὐτοὶ ζῶσιν ἕως τοῦ νῦν· 3καὶ ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὅστις οὔπω ἐγένετο, ὃς οὐκ εἶδεν σὺν τὸ ποίημα τὸ πονηρὸν τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. 4καὶ εἶδον ἐγὼ σὺν πάντα τὸν μόχθον καί σὺν πᾶσαν ἀνδρείαν τοῦ ποιήματος, ὅτι αὐτὸ ζῆλος ἀνδρὸς ἀπὸ τοῦ ἑταίρου αὐτοῦ· καὶ γε τοῦτο ματαιότης Καὶ προαίρεσις πνεύματος. 5 ἄφρων περιέλαβεν τὰς χεῖρας αὐτοῦ καὶ ἔφαγεν τὰς σάρκας αὐτοῦ. 6ἀγαθὸν πλήρωμα δρακὸς ἀναπαύσεως ὑπὲρ πλήρωμα δύο δρακῶν μόχθου καὶ προαιρέσεως πνεύματος. 7καὶ ἐπέστρεψα ἐγὼ Καὶ εἶδον ματαιότητα ὑπὸ τὸν ἥλιον. 8ἔστιν εἷς, καί οὐκ ἔστιν δεύτερος, καὶ γε υἱὸς καὶ ἀδελφὸς οὐκ ἔστιν αὐτῷ· καί οὐκ ἔστιν περασμὸς τῷ παντὶ μόχθῳ αὐτοῦ, καὶ γε ὀφθαλμὸς αὐτοῦ οὐκ ἐμπίπλαται πλούτου. καὶ τίνι ἐγὼ μοχθῶ καὶ στερίσκω τὴν ψυχήν μου ἀπὸ ἀγαθωσύνης; καί γε τουτο ματαιοτης και περισπασμὸς πονηρός ἐστιν. 9ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα, οἷς ἔστιν αὐτοῖς μισθὸς ἀγαθὸς ἐν μόχθῳ αὐτῶν· 10ὅτι ἐὰν πέσωσιν, εἷς ἐγερεῖ τὸν μέτοχον αὐτοῦ, καὶ οὐαὶ αὐτῷ τῷ ἑνί, ὅταν πέσῃ καὶ μὴ δεύτερος τοῦ ἐγεῖραι αὐτόν. 11καί γε ἐὰν κοιμηθῶσιν δύο, καὶ θέρμη αὐτοῖς· καὶ εἷς πῶς θερμανθῇ; 12καὶ ἐὰν ἐπικραταιωθῇ εἷς, οἱ δύο στήσονται κατέναντι αὐτοῦ, καὶ τὸ σπαρτίον τὸ ἔντριτον οὐ ταχέως ἀπορραγήσεται. 13Ἀγαθὸς παῖς πένης καὶ σοφὸς ὑπὲρ βασιλέα πρεσβύτερον καὶ ἄφρονα, ὃς οὐκ ἔγνω τοῦ προσέχειν ἔτι· 14ὅτι ἐξ οἴκου τῶν δεσμίων ἐξελεύσεται τοῦ βασιλεῦσαι, ὅτι καί γε ἐν βασιλείᾳ αὐτοῦ ἐγεννήθη πένης. 15εἶδον σὺν πάντας τοὺς ζῶντας τοὺς περιπατοῦντας ὑπὸ τὸν ἥλιον μετὰ τοῦ νεανίσκου τοῦ δευτέρου, ὃς στήσεται ἀντ αὐτοῦ, 16οὐκ ἔστιν περασμὸς τῷ παντὶ λαῷ, τοῖς πᾶσιν, ὅσοι ἐγένοντο ἔμπροσθεν αὐτῶν· καί γε οἱ ἔσχατοι οὐκ εὐφρανθήσονται ἐν αὐτῷ· ὅτι καί γε τοῦτο ματαιότης καὶ προαίρεσις πνεύματος.
Copyright information for LXX